TLG 2049 001 :: SALLUSTIUS :: De deis et mundo

SALLUSTIUS Phil., Neoplatonicus, vel Salustius vel Saloustios
(fort. Constantinopolitanus: A.D. 4)

De deis et mundo

Source: Rochefort, G. (ed.), Saloustios. Des dieux et du monde. Paris: Les Belles Lettres, 1960: 2–25.

Citation: Chapter — section — (line)

Pin

t

ΣΑΛΟΥΣΤΙΟΥ [ΦΙΛΟΣΟΦΟΥ] ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΒΙΒΛΙΟΥ

Pin

1

αʹ. Οἷον δεῖ εἶναι τὸν ἀκούοντα. καὶ περὶ κοινῆς ἐννοίας.

Pin

2

βʹ. Ὅτι ὁ Θεὸς 〈ἀγαθὸς καὶ ἀπαθὴσ〉 οὐ μετα‐ βάλλεται.

Pin

3

γʹ. Ὅτι πᾶς Θεὸς ἀγένητος καὶ ἀΐδιος.

Pin

4

δʹ. Ὅτι πᾶς Θεὸς ἀσώματος.

Pin

5

εʹ. Ὅτι οὐκ ἐν τόπῳ.

Pin

6

ϛʹ. Περὶ μύθων. ὅτι καὶ θεῖοι οἱ μῦθοι.

Pin

7

ζʹ. [Ὅτι] διὰ τί θεῖοι οἱ μῦθοι.

Pin

8

ηʹ. Ὅτι πέντε εἴδη τῶν μύθων. καὶ ἑκάστου ὑποδείγματα.

Pin

9

θʹ. Περὶ τῆς πρώτης αἰτίας.

Pin

10

ιʹ. Περὶ τῶν ὑπερκοσμίων Θεῶν.

Pin

11

ιαʹ. Περὶ τῶν δώδεκα ἐγκοσμίων.

Pin

12

ιβʹ. Ὅτι σφαῖραι δώδεκα.

Pin

13

ιγʹ. Περὶ τῆς φύσεως τοῦ Κόσμου καὶ τῆς ἀϊδιότητος.

Pin

14

ιδʹ. Ὅτι γῆ μέση. καὶ διὰ τί.

Pin

15

ιεʹ. Περὶ νοῦ καὶ ψυχῆς.

Pin

16

ιϛʹ. Ὅτι ἀθάνατος ἡ ψυχή.

Pin

17

ιζʹ. Περὶ Προνοίας καὶ Εἱμαρμένης καὶ Τύχης.

Pin

18

ιηʹ. Περὶ Ἀρετῆς καὶ Κακίας.2

Pin

19

ιθʹ. Περὶ ὀρθῆς πολιτείας καὶ φαύλης.

Pin

20

κʹ. Ποθὲν τὰ κακά. καὶ ὅτι κακοῦ φύσις οὐκ ἔστιν.

Pin

21

καʹ. Πῶς τὰ ἀΐδια λέγεται γίνεσθαι.

Pin

22

κβʹ. Πῶς οἱ Θεοὶ μὴ μεταβαλλόμενοι ὀργίζεσθαι καὶ θεραπεύεσθαι λέγονται.

Pin

23

κγʹ. Διὰ τί ἀνενδεεῖς ὄντας τοὺς Θεοὺς τιμῶμεν.

Pin

24

κδʹ. Περὶ θυσιῶν καὶ τῶν ἄλλων τιμῶν. ὅτι Θεοὺς μὲν οὐδὲν ἀνθρώπους δὲ ὠφελοῦμεν.

Pin

25

κεʹ. Ὅτι καὶ φύσει ἄφθαρτος ὁ Κόσμος.

Pin

26

κϛʹ. Διὰ τί ἀθεΐαι γίνονται. καὶ ὅτι Θεὸς οὐ βλάπτεται.

Pin

27

κζʹ. Ὅτι αἱ ἀποφράδες διὰ τὸ μὴ δύνασθαι ἀεὶ τοὺς ἀνθρώπους θεραπεύειν ἐγένοντο.

Pin

28

κηʹ. Διὰ τί οἱ ἁμαρτάνοντες οὐκ εὐθέως κολά‐ ζονται.

Pin

29

κθʹ. Ὅτι διάφοροι αἱ κολάσεις. καὶ πᾶσαι μετὰ τῆς ἀλόγου ψυχῆς διὰ τοῦ σκιοειδοῦς σώματος.

Pin

30

λʹ. Περὶ μετεμψυχώσεως. καὶ πῶς εἰς ἄλογα 〈αἱ ψυχαὶ〉 λέγονται φέρεσθαι.

Pin

31

λαʹ. Ὅτι ἀνάγκη μετεμψυχῶσιν εἶναι.

Pin

32

λβʹ. Ὅτι καὶ ζῶντες καὶ τελευτήσαντες εὐδαίμονες
οἱ ἀγαθοί.3

t

1

ΣΑΛΟΥΣΤΙΟΥ ΠΕΡΙ ΘΕΩΝ ΚΑΙ ΚΟΣΜΟΥ

1

.

1

(αʹ) Τοὺς περὶ Θεῶν ἀκούειν ἐθέλοντας δεῖ μὲν ἐκ παίδων ἦχθαι καλῶς, καὶ μὴ ἀνοήτοις συντρέφεσθαι δόξαις· δεῖ δὲ καὶ τὴν φύσιν ἀγαθοὺς εἶναι καὶ ἔμφρονας, ἵνα ὅμοιόν τι ἔχωσι τοῖς λόγοις· δεῖ δὲ αὐτοὺς καὶ τὰς κοινὰς
5ἐννοίας εἰδέναι.

1

.

2

Κοιναὶ δέ εἰσιν ἔννοιαι ὅσας πάντες ἄνθρωποι ὀρθῶς ἐρωτηθέντες ὁμολογήσουσιν· (βʹ) οἷον ὅτι πᾶς Θεὸς ἀγαθός, ὅτι ἀπαθής, ὅτι ἀμετάβλητος· πᾶν γὰρ τὸ μεταβαλλόμενον ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον·
5καὶ εἰ μὲν ἐπὶ τὸ χεῖρον, κακύνεται, εἰ δὲ ἐπὶ τὸ κρεῖττον, τὴν ἀρχὴν ἦν κακόν.

2

.

1

(γʹ) Καὶ ὁ μὲν ἀκούων ἔστω τοιοῦτος. Οἱ δὲ λόγοι τοιοίδε γινέσθωσαν· αἱ τῶν Θεῶν οὐσίαι οὐδὲ ἐγένοντο, τὰ γὰρ ἀεὶ ὄντα οὐδέποτε γίνονται, ἀεὶ δὲ εἰσίν, ὅσα δύναμίν τε ἔχει τὴν πρώτην καὶ πάσχειν οὐδὲν πέφυκεν.

2

.

2

(δʹ) Οὐδὲ ἐκ σωμάτων εἰσί· καὶ γὰρ τῶν σωμάτων αἱ δυνάμεις ἀσώμα‐ τοι. (εʹ) Οὐδὲ τόπῳ περιέχονται, σωμάτων γὰρ τοῦτό γε, οὐδὲ τῆς πρώτης αἰτίας ἢ ἀλλήλων χωρίζονται, ὥσπερ
5οὐδὲ νοῦ αἱ νοήσεις, οὐδὲ ψυχῆς αἱ ἐπιστῆμαι, οὐδὲ ζῴου
αἱ αἰσθήσεις.4

3

.

1

(ϛʹ) Τί δήποτε οὖν τούτους ἀφέντες τοὺς λόγους οἱ παλαιοὶ μύθοις ἐχρήσαντο, ζητεῖν ἄξιον· καὶ τοῦτο πρῶτον ἐκ τῶν μύθων ὠφελεῖσθαι τό γε ζητεῖν, καὶ μὴ ἀργὸν τὴν διάνοιαν ἔχειν.
5 Ὅτι μὲν οὖν θεῖοι οἱ μῦθοι ἐκ τῶν χρησαμένων ἔστιν εἰπεῖν· καὶ γὰρ τῶν ποιητῶν οἱ θεόληπτοι καὶ τῶν φιλο‐ σόφων οἱ ἄριστοι, οἵ τε τὰς τελετὰς καταδείξαντες καὶ αὐτοὶ δὲ ἐν χρησμοῖς οἱ Θεοὶ μύθοις ἐχρήσαντο.

3

.

2

(ζʹ) Διὰ τί δὲ θεῖοι οἱ μῦθοι φιλοσοφίας ζητεῖν. Ἐπεὶ τοίνυν πάντα τὰ ὄντα ὁμοιότητι μὲν χαίρει ἀνομοιότητα δὲ ἀποστρέφεται, ἐχρῆν καὶ τοὺς περὶ Θεῶν λόγους ὁμοίους εἶναι ἐκείνοις, ἵνα τῆς τε οὐσίας αὐτῶν ἄξιοι γίνωνται καὶ
5τοῖς λέγουσι τοὺς Θεοὺς ποιῶσιν εὐμενεῖς· ὅπερ διὰ τῶν μύθων μόνως ἂν γένοιτο.

3

.

3

Αὐτοὺς μὲν οὖν τοὺς Θεοὺς κατὰ τὸ ῥητόν τε καὶ ἄρρητον, ἀφανές τε καὶ φανερόν, σαφές τε καὶ κρυπτό‐ μενον οἱ μῦθοι μιμοῦνται, 〈καὶ〉 τὴν τῶν Θεῶν ἀγαθότητα, ὅτι ὥσπερ ἐκεῖνοι τὰ μὲν ἐκ τῶν αἰσθητῶν ἀγαθὰ κοινὰ
5πᾶσιν ἐποίησαν, τὰ δὲ ἐκ τῶν νοητῶν μόνοις τοῖς ἔμφρο‐ σιν, οὕτως οἱ μῦθοι τὸ μὲν εἶναι Θεοὺς πρὸς ἅπαντας λέγουσι, τίνες δὲ οὗτοι καὶ ὁποῖοι τοῖς δυναμένοις 〈μόνοισ〉 εἰδέναι. Καὶ τὰς ἐνεργείας δὲ μιμοῦνται τῶν Θεῶν· ἔξεστι γὰρ καὶ
10τὸν Κόσμον μῦθον εἰπεῖν, σωμάτων μὲν καὶ χρημάτων ἐν αὐτῷ φαινομένων, ψυχῶν δὲ καὶ νῶν κρυπτομένων.

3

.

4

Πρὸς δὲ τούτοις, τὸ μὲν πάντας τὴν περὶ Θεῶν ἀλήθειαν
διδάσκειν ἐθέλειν τοῖς μὲν ἀνοήτοις, διὰ τὸ μὴ δύνασθαι μανθάνειν, καταφρόνησιν, τοῖς δὲ σπουδαίοις ῥᾳθυμίαν ἐμποιεῖ· τὸ δὲ διὰ μύθων τἀληθὲς ἐπικρύπτειν τοὺς μὲν5
5καταφρονεῖν οὐκ ἐᾷ, τοὺς δὲ φιλοσοφεῖν ἀναγκάζει. Ἀλλὰ διὰ τί μοιχείας καὶ κλοπὰς καὶ πατέρων δεσμὰ καὶ τὴν ἄλλην ἀτοπίαν ἐν τοῖς μύθοις εἰρήκασιν; Ἢ καὶ τοῦτο ἄξιον θαύματος, ἵνα διὰ τῆς φαινομένης ἀτοπίας εὐθὺς ἡ ψυχὴ τοὺς μὲν λόγους ἡγήσηται προκαλύμματα, τὸ δὲ
10ἀληθὲς ἀπόρρητον εἶναι νομίσῃ;

4

.

1

(ηʹ) Τῶν δὲ μύθων οἱ μέν εἰσι θεολογικοί, οἱ δὲ φυσικοί, οἱ δὲ ψυχικοί τε καὶ ὑλικοί, καὶ ἐκ τούτων μικτοί. Εἰσὶ δὲ θεολογικοὶ μὲν οἱ μηδενὶ σώματι χρώμενοι ἀλλὰ τὰς οὐσίας αὐτὰς τῶν Θεῶν θεωροῦντες· οἷον αἱ τοῦ Κρόνου
5καταπόσεις τῶν παίδων· ἐπειδὴ νοερὸς ὁ Θεὸς πᾶς δὲ νοῦς εἰς ἑαυτὸν ἐπιστρέφει, τὴν οὐσίαν ὁ μῦθος αἰνίττεται τοῦ Θεοῦ.

4

.

2

Φυσικῶς δὲ τοὺς μύθους ἔστι θεωρεῖν ὅταν τὰς περὶ τὸν Κόσμον ἐνεργείας λέγῃ τις τῶν Θεῶν· ὥσπερ ἤδη τινὲς χρόνον μὲν τὸν Κρόνον ἐνόμισαν, τὰ δὲ μέρη τοῦ χρόνου παῖδας τοῦ Ὅλου καλέσαντες καταπίνεσθαι ὑπὸ
5τοῦ πατρὸς τοὺς παῖδάς φασιν. Ὁ δὲ ψυχικὸς τρόπος ἐστὶν αὐτῆς τῆς ψυχῆς τὰς ἐνερ‐ γείας σκοπεῖν, ὅτι καὶ τῶν ἡμετέρων ψυχῶν αἱ νοήσεις, κἂν εἰς τοὺς ἄλλους προέλθωσιν, ἀλλ’ οὖν ἐν τοῖς γεννήσασι μένουσιν.

4

.

3

Ὑλικὸς δέ ἐστι καὶ ἔσχατος, ᾧ μάλιστα Αἰγύπτιοι δι’ ἀπαιδευσίαν ἐχρήσαντο, αὐτὰ τὰ σώματα Θεοὺς νομίσαντες καὶ καλέσαντες [καὶ] Ἶσιν μὲν τὴν γῆν, Ὄσιριν δὲ τὸ ὑγρόν, Τυφῶνα δὲ τὴν θερμότητα, ἢ Κρόνον μὲν ὕδωρ, Ἄδωνιν δὲ
5καρπούς, Διόνυσον δὲ οἶνον. Ταῦτα δὲ ἀνακεῖσθαι μὲν Θεοῖς λέγειν ὥσπερ καὶ βοτάνας καὶ λίθους καὶ ζῷα σωφρονούντων ἐστὶν ἀνθρώπων, Θεοὺς δὲ καλεῖν μαινο‐ μένων· εἰ μὴ ἄρα ὥσπερ τοῦ ἡλίου τὴν σφαῖραν καὶ τὴν ἀπὸ τῆς σφαίρας ἀκτῖνα Ἥλιον ἐν συνηθείᾳ καλοῦμεν.6

4

.

4

Τὸ δὲ μικτὸν εἶδος τῶν μύθων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ἔστιν ἰδεῖν, καὶ μέντοι καὶ ἐν τῷ συμποσίῳ φασι τῶν Θεῶν τὴν Ἔριν μῆλον ῥῖψαι χρυσοῦν, καὶ περὶ τούτου τὰς Θεὰς φιλονεικούσας ὑπὸ τοῦ Διὸς πρὸς τὸν Πάριν
5πεμφθῆναι κριθησομένας· τῷ δὲ καλήν τε φανῆναι τὴν Ἀφροδίτην, καὶ ταύτῃ δοῦναι τὸ μῆλον.

4

.

5

Ἐνταῦθα γὰρ τὸ μὲν συμπόσιον τὰς ὑπερκοσμίους δυνάμεις δηλοῖ τῶν Θεῶν, καὶ διὰ τοῦτο μετ’ ἀλλήλων εἰσί· τὸ δὲ χρυσοῦν μῆλον τὸν Κόσμον, ὃς ἐκ τῶν ἐναντίων γινόμενος εἰκότως
5ὑπὸ τῆς Ἔριδος λέγεται ῥίπτεσθαι. Ἄλλων δὲ ἄλλα τῷ Κόσμῳ χαριζομένων Θεῶν, φιλονεικεῖν ὑπὲρ τοῦ μήλου δοκοῦσιν· ἡ δὲ κατ’ αἴσθησιν ζῶσα ψυχή—τοῦτο γάρ ἐστιν ὁ Πάρις—τὰς μὲν ἄλλας ἐν τῷ Κόσμῳ δυνάμεις οὐχ ὁρῶσα μόνον δὲ τὸ κάλλος, τῆς Ἀφροδίτης τὸ μῆλον εἶναί
10φησι.

4

.

6

Πρέπουσι δὲ τῶν μύθων οἱ μὲν θεολογικοὶ φιλοσόφοις, οἱ δὲ φυσικοὶ καὶ ψυχικοὶ ποιηταῖς, οἱ δὲ μικτοὶ τελεταῖς, ἐπειδὴ καὶ πᾶσα τελετὴ πρὸς τὸν Κόσμον ἡμᾶς καὶ πρὸς τοὺς Θεοὺς συνάπτειν ἐθέλει.

4

.

7

Εἰ δὲ δεῖ καὶ ἕτερον μῦθον εἰπεῖν, τὴν Μητέρα τῶν Θεῶν φασι τὸν Ἄττιν παρὰ τῷ Γάλλῳ κείμενον ἰδοῦσαν ποταμῷ ἐρασθῆναι τε καὶ λαβοῦσαν τὸν ἀστερωτὸν αὐτῷ περιθεῖναι πῖλον, καὶ τοῦ λοιποῦ μεθ’ ἑαυτῆς ἔχειν, ὁ δὲ Νύμφης
5ἐρασθεὶς τὴν Θεῶν Μητέρα ἀπολιπὼν τῇ Νύμφῃ συνῆν. Καὶ διὰ τοῦτο ἡ Μήτηρ τῶν Θεῶν ποιεῖ μανῆναι τὸν Ἄττιν, καὶ τὰ γόνιμα ἀποκοψάμενον ἀφεῖναι παρὰ τῇ Νύμφῃ, πάλιν δὲ ἀνελθόντα αὐτῇ συνοικεῖν.

4

.

8

Ἡ μὲν οὖν Μήτηρ τῶν Θεῶν ζωογόνος ἐστὶ Θεά, καὶ διὰ τοῦτο Μήτηρ καλεῖται· ὁ δὲ Ἄττις τῶν γινομένων καὶ φθειρομένων δημιουργός, καὶ
διὰ τοῦτο παρὰ τῷ Γάλλῳ λέγεται εὑρεθῆναι ποταμῷ·7
5ὁ γὰρ Γάλλος τὸν γαλαξίαν αἰνίττεται κύκλον, ἀφ’ οὗ τὸ παθητὸν ἔρχεται σῶμα. Τῶν δὲ πρώτων Θεῶν τελειούντων τοὺς δευτέρους, ἐρᾷ μὲν ἡ Μήτηρ τοῦ Ἄττεως καὶ οὐρα‐ νίους αὐτῷ δίδωσι δυνάμεις, τοῦτο γάρ ἐστιν ὁ πῖλος.

4

.

9

Ἐρᾷ δὲ ὁ Ἄττις τῆς Νύμφης· αἱ δὲ Νύμφαι γενέσεως ἔφοροι, πᾶν γὰρ τὸ γινόμενον ῥεῖ· ἐπεὶ δὲ ἔδει στῆναι τὴν γένεσιν καὶ μὴ τῶν ἐσχάτων γενέσθαι τι χεῖρον, ὁ ταῦτα ποιῶν δημιουργὸς δυνάμεις γονίμους ἀφεὶς εἰς τὴν γένεσιν
5πάλιν συνάπτεται τοῖς Θεοῖς. Ταῦτα δὲ ἐγένετο μὲν οὐδέποτε, ἔστι δὲ ἀεί· καὶ ὁ μὲν νοῦς ἅμα πάντα ὁρᾷ, ὁ δὲ λόγος τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα λέγει.

4

.

10

Οὕτω δὲ πρὸς τὸν Κόσμον οἰκείως ἔχοντος τοῦ μύθου, ἡμεῖς τὸν Κόσμον μιμούμενοι—πῶς γὰρ ἂν μᾶλλον κοσμηθείημεν; —ἑορτὴν ἄγομεν διὰ ταῦτα· καὶ πρῶτον μὲν ὡς καὶ αὐτοὶ πεσόντες ἐξ οὐρανοῦ καὶ τῇ Νύμφῃ
5συνόντες ἐν κατηφείᾳ ἐσμὲν σίτου τε καὶ τῆς ἄλλης παχείας καὶ ῥυπαρᾶς τροφῆς ἀπεχόμεθα, ἑκάτερα γὰρ ἐναντία ψυχῇ· εἶτα δένδρου τομαὶ καὶ νηστεία ὥσπερ καὶ ἡμῶν ἀποκοπτομένων τὴν περαιτέρω τῆς γενέσεως πρόοδον· ἐπὶ τούτοις γάλακτος τροφὴ ὥσπερ ἀναγεννωμένων· ἐφ’
10οἷς ἱλαρία καὶ στέφανοι καὶ πρὸς τοὺς Θεοὺς οἷον ἐπάνοδος.

4

.

11

Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ τῶν δρωμένων καιρός· περὶ γὰρ τὸ ἔαρ καὶ τὴν ἰσημερίαν δρᾶται τὰ δρώμενα, ὅτε τοῦ μὲν γίνεσθαι παύεται τὰ γινόμενα ἡμέρα δὲ μείζων γίνεται τῆς νυκτός, ὅπερ οἰκεῖον ἀναγομέναις ψυχαῖς. Περὶ γοῦν
5τὴν ἐναντίαν ἰσημερίαν ἡ τῆς Κόρης ἁρπαγὴ μυθολογεῖται γενέσθαι, ὃ δὴ κάθοδός ἐστι τῶν ψυχῶν. Τοσαῦτα περὶ μύθων εἰποῦσιν ἡμῖν αὐτοί τε οἱ Θεοὶ καὶ
τῶν γραψάντων τοὺς μύθους αἱ ψυχαὶ ἵλεῳ γένοιντο.8

5

.

1

(θʹ) Ἀκόλουθον δὲ τούτοις ἐστὶ τήν τε πρώτην αἰτίαν εἰδέναι καὶ τὰς μετ’ ἐκείνην τάξεις τῶν Θεῶν, καὶ τοῦ Κόσμου τὴν φύσιν, νοῦ τε καὶ ψυχῆς τὴν οὐσίαν, Πρόνοιάν τε καὶ Εἱμαρμένην, καὶ Τύχην, Ἀρετήν τε καὶ Κακίαν, καὶ
5τὰς ἐκ τούτων γινομένας ἀγαθάς τε καὶ φαύλας πολιτείας ἰδεῖν, καὶ πόθεν ἄρα τὰ κακὰ εἰς τὸν Κόσμον ἀφίκετο. Τούτων δὲ ἕκαστον λόγων δεῖται πολλῶν καὶ μεγάλων· ὡς δὲ ἐν βραχέσιν εἰπεῖν καὶ πρὸς τὸ μὴ παντελῶς ἀνηκόους εἶναι οὐδὲν ἴσως λέγειν κωλύει.

5

.

2

Τὴν πρώτην αἰτίαν μίαν τε εἶναι προσήκει, παντὸς γὰρ πλήθους ἡγεῖται μονάς, δυνάμει τε καὶ ἀγαθότητι πάντα νικᾷ· καὶ διὰ τοῦτο πάντα μετέχειν ἐκείνης ἀνάγκη, οὐδὲν γὰρ αὐτὴν ἄλλο κωλύσει διὰ τὴν δύναμιν, οὐδὲ ἑαυτὴν
5ἀφέξει δι’ ἀγαθότητα.

5

.

3

Ἀλλ’ εἰ μὲν ἦν ψυχή, πάντα ἂν ἔμψυχα ἦν· εἰ δὲ καὶ νοῦς, πάντα νοερά· εἰ δὲ οὐσία, πάντα οὐσίας μετεῖχε, τοῦτο δὲ ἐν πᾶσιν ἰδόντες τινὲς ἐκεῖνο οὐσίαν ἐνόμισαν. Εἰ μὲν οὖν ἦν μόνον τὰ ὄντα, ἀγαθὰ δὲ οὐκ ἦν, ἀληθὴς ἦν ὁ λόγος·
5εἰ δὲ δι’ ἀγαθότητα ἔστι τε τὰ ὄντα καὶ μετείληχεν ἀγαθοῦ, ὑπερούσιον μὲν ἀγαθὸν δὲ εἶναι τὸ πρῶτον ἀνάγκη. Σημεῖον δὲ μέγιστον· τοῦ γὰρ εἶναι διὰ τὸ ἀγαθὸν αἱ σπουδαῖαι καταφρονοῦσι ψυχαί, ὅταν ὑπὲρ πατρίδος ἢ φίλων ἢ ἀρετῆς κινδυνεύειν ἐθέλωσι.
10 Μετὰ δὲ τὴν οὕτως ἄρρητον δύναμιν αἱ τῶν Θεῶν τάξεις εἰσί.

6

.

1

(ιʹ) Τῶν δὲ Θεῶν οἱ μέν εἰσιν ἐγκόσμιοι, οἱ δὲ ὑπερ‐ κόσμιοι. Ἐγκοσμίους δὲ λέγω αὐτοὺς τοὺς τὸν Κόσμον ποιοῦντας Θεούς· τῶν δὲ ὑπερκοσμίων οἱ μὲν οὐσίας
ποιοῦσι Θεῶν, οἱ δὲ νοῦν, οἱ δὲ ψυχάς· καὶ διὰ τοῦτο τρεῖς9
5ἔχουσι τάξεις καὶ πάσας ἐν τοῖς περὶ τούτων λόγοις ἔστιν εὑρεῖν.

6

.

2

(ια) Τῶν δὲ ἐγκοσμίων οἱ μὲν εἶναι ποιοῦσι τὸν Κόσμον, οἱ δὲ αὐτὸν ψυχοῦσιν, οἱ δὲ ἐκ διαφόρων ὄντα ἁρμόζουσιν, οἱ δὲ ἡρμοσμένον φρουροῦσι· τούτων δὲ ὄντων τεσσάρων πραγμάτων καὶ ἑκάστου πρῶτα ἔχοντος καὶ μέσα
5καὶ τελευταῖα, καὶ τοὺς διοικοῦντας δώδεκα εἶναι ἀνάγκη.

6

.

3

Οἱ μὲν οὖν ποιοῦντες τὸν Κόσμον Ζεὺς καὶ Ποσειδών εἰσι καὶ Ἥφαιστος· οἱ δὲ ψυχοῦντες Δημήτηρ καὶ Ἥρα καὶ Ἄρτεμις· οἱ δὲ ἁρμόζοντες Ἀπόλλων καὶ Ἀφροδίτη καὶ Ἑρμῆς· οἱ δὲ φρουροῦντες Ἑστία καὶ Ἀθηνᾶ καὶ Ἄρης.

6

.

4

Αἰνίγματα δὲ τούτων ἐν τοῖς ἀγάλμασιν ἔστιν ἰδεῖν· ὁ μὲν γὰρ Ἀπόλλων λύραν ἁρμόζει, ὥπλισται δὲ ἡ Ἀθηνᾶ, γυμνὴ δὲ ἡ Ἀφροδίτη, ἐπειδὴ ἁρμονία μὲν τὸ κάλλος ποιεῖ, τὸ δὲ κάλλος ἐν τοῖς ὁρωμένοις οὐ κρύπτεται.
5Τούτων δὲ πρώτως ἐχόντων τὸν Κόσμον, καὶ τοὺς ἄλλους ἐν τούτοις ἡγητέον εἶναι Θεούς· οἷον Διόνυσον μὲν ἐν Διί, Ἀσκληπιὸν δὲ ἐν Ἀπόλλωνι, Χάριτας δὲ ἐν Ἀφροδίτῃ.

6

.

5

(ιβʹ) Καὶ σφαίρας δὲ τούτων ἔστιν ἰδεῖν· Ἑστίας μὲν γῆν, Ποσειδῶνος δὲ ὕδωρ, Ἥρας 〈δὲ〉 ἀέρα, Ἡφαίστου δὲ πῦρ, ἓξ δὲ τὰς ἀνωτέρας ὧν ἔθος νομίζειν Θεῶν· Ἀπόλλωνα γὰρ καὶ Ἄρτεμιν ἀνθ’ ἡλίου καὶ σελήνης ληπτέον· τὴν
5Κρόνου δὲ Δήμητρι δοτέον, Ἀθηνᾷ δὲ τὸν αἰθέρα· ὁ δὲ οὐρανὸς πάντων κοινός. Αἱ μὲν οὖν τάξεις καὶ δυνάμεις καὶ σφαῖραι τῶν δώδεκα Θεῶν οὕτως εἴρηνταί τε καὶ ὕμνηνται.

7

.

1

(ιγʹ) Αὐτὸν δὲ τὸν Κόσμον ἄφθαρτόν τε καὶ ἀγένητον
εἶναι ἀνάγκη· ἄφθαρτον μέν, ὅτι ἀνάγκη, τούτου φθαρέντος, ἢ κρείττονα ἢ χείρονα ποιῆσαι ἢ τὸν αὐτὸν ἢ ἀκοσμίαν. Ἀλλ’ εἰ μὲν χείρονα, κακὸς ὁ ἐκ κρείττονος χεῖρον ποιῶν·10
5εἰ δὲ κρείττονα, ἀδύνατος ὁ μὴ τὴν ἀρχὴν τὸ κρεῖττον ποιήσας· εἰ δὲ τὸν αὐτόν, μάτην ποιήσει· εἰ δὲ ἀκοσμίαν, ἀλλ’ οὐδὲ ἀκούειν τοῦτό γε θέμις.

7

.

2

Ἀγένητον δὲ ἱκανὰ μὲν δεῖξαι καὶ ταῦτα· εἰ γὰρ μὴ φθείρεται, οὐδὲ γέγονεν, ἐπειδὴ πᾶν τὸ γινόμενον φθείρεται, καὶ ὅτι ἀνάγκη, διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα ὄντος τοῦ Κόσμου, ἀεί τε τὸν Θεὸν ἀγαθὸν εἶναι καὶ τὸν Κόσμον
5ὑπάρχειν. Ὥσπερ ἡλίῳ μὲν καὶ πυρὶ συνυφίσταται φῶς, σώματι δὲ σκιά.

7

.

3

Τῶν δὲ ἐν τῷ Κόσμῳ σωμάτων τὰ μὲν νοῦν μιμεῖται καὶ κύκλῳ κινεῖται, τὰ δὲ ψυχὴν καὶ ἐπ’ εὐθείας. Καὶ τῶν μὲν ἐπ’ εὐθείας, πῦρ μὲν καὶ ἀὴρ ἄνω, γῆ δὲ καὶ ὕδωρ κάτω· τῶν δὲ κύκλῳ, ἡ μὲν ἀπλανὴς ἀπ’ ἀνατολῆς, αἱ δὲ
5ἑπτὰ ἐκ δύσεως φέρονται. Αἰτίαι δὲ τούτου πολλαὶ μὲν καὶ ἄλλαι καὶ τὸ μὴ ταχείας τῆς περιόδου τῶν σφαιρῶν γινο‐ μένης ἀτελῆ τὴν γένεσιν εἶναι.

7

.

4

Διαφόρου δὲ τῆς κινήσεως οὔσης, διαφέρειν καὶ τὴν φύσιν τῶν σωμάτων ἀνάγκη· καὶ μήτε καίειν μήτε ψύχειν τὸ οὐράνιον σῶμα μηδὲ ἄλλο τι ποιεῖν ἃ τῶν τεσσάρων στοιχείων.

7

.

5

(ιδʹ) Σφαίρας δὲ οὔσης τοῦ Κόσμου—ὁ γὰρ ζωδια‐ κὸς δείκνυσι τοῦτο—, ἐπειδὴ σφαίρας πάσης τὸ κάτω μέσον ἐστί—πανταχόθεν γὰρ πλεῖστον ἀφέστηκε—, τά τε βαρέα φέρεται κάτω, φέρεται δὲ εἰς γῆν.
5Ταῦτα δὲ πάντα ποιοῦσι μὲν Θεοί, τάττει δὲ νοῦς, κινεῖ δὲ
ψυχή. Καὶ περὶ μὲν Θεῶν ἤδη προείρηται.11

8

.

1

(ιεʹ) Ἔστι δὲ νοῦς δύναμις οὐσίας μὲν δευτέρα ψυχῆς δὲ πρώτη, ἔχουσα μὲν ἐκ τῆς οὐσίας τὸ εἶναι, τελειοῦσα δὲ τὴν ψυχήν, ὥσπερ ἥλιος τὰς ὄψεις. Τῶν δὲ ψυχῶν αἱ μέν εἰσι λογικαὶ καὶ ἀθάνατοι, αἱ δὲ
5ἄλογοι καὶ θνηταί· καὶ αἱ μὲν ἐκ τῶν πρώτων αἱ δὲ ἐκ τῶν δευτέρων παράγονται Θεῶν.

8

.

2

Πρῶτον δὲ ὅτιπέρ ἐστι ψυχὴ ζητητέον. Ὧι τοίνυν διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων τοῦτό ἐστι ψυχή, διαφέρει δὲ κινήσει, αἰσθήσει, φαντασίᾳ, νοήσει. Ἔστιν ἄρα ψυχὴ ἄλογος μὲν ζωὴ αἰσθητικὴ καὶ φανταστική, λογικὴ δὲ
5αἰσθήσεως καὶ φαντασίας ἄρχουσα καὶ λόγῳ χρωμένη· καὶ ἡ μὲν ἄλογος τοῖς σωματικοῖς ἕπεται πάθεσιν· ἐπι‐ θυμεῖ γὰρ ἀλόγως καὶ ὀργίζεται, ἡ δὲ λογικὴ τοῦ τε σώματος μετὰ λόγου καταφρονεῖ καὶ πρὸς τὴν ἄλογον μαχομένη κρατήσασα μὲν Ἀρετήν, ἡττηθεῖσα δὲ Κακίαν
10ποιεῖ.

8

.

3

(ιϛʹ) Ἀθάνατον δὲ αὐτὴν εἶναι ἀνάγκη, ὅτι τε γινώσκει Θεούς—θνητὸν δὲ οὐδὲν ἀθάνατον οἶδε—, τῶν τε ἀνθρωπίνων πραγμάτων ὡς ἀλλοτρίων καταφρονεῖ, καὶ τοῖς σώμασιν ὡς ἀσώματος ἀντιπέπονθε· καλῶν μὲν γὰρ καὶ
5νέων ὄντων ἁμαρτάνει, γηρώντων δὲ ἐκείνων ἀκμάζει. Καὶ πᾶσα μὲν σπουδαία ψυχὴ κέχρηται νῷ, νοῦν δὲ οὐδὲν σῶμα γεννᾷ· πῶς γὰρ ἂν τὰ ἀνόητα νοῦν γεννήσαι;

8

.

4

Ὀργάνῳ δὲ χρωμένη τῷ σώματι οὐκ ἔστιν ἐν τούτῳ· ὥσπερ οὐδὲ ὁ μηχανοποιὸς ἐν τοῖς μηχανοποιήμασι· καίτοι πολλὰ τῶν μηχανημάτων οὐδενὸς ἁπτομένου κινεῖται. Εἰ
δὲ ὑπὸ τοῦ σώματος παρατρέπεται πολλάκις, θαυμά‐12
5ζειν οὐ δεῖ· καὶ γὰρ αἱ τέχναι τῶν ὀργάνων βλαβέντων ἐνεργεῖν οὐκ ἂν δύναιντο.

9

.

1

(ιζʹ) Τὴν δὲ τῶν Θεῶν Πρόνοιαν ἔστι μὲν καὶ ἐκ τούτων ἰδεῖν· πόθεν γὰρ ἡ τάξις τῷ Κόσμῳ εἴπερ μηδὲν ἦν τὸ τάττον; Πόθεν δὲ τὸ πάντα τινὸς ἕνεκα γίνεσθαι, οἷον ἄλογον μὲν ψυχὴν ἵνα αἴσθησις ᾖ, λογικὴν δὲ ἵνα κοσμῆται
5ἡ γῆ;

9

.

2

Ἔστι δὲ καὶ ἐκ τῆς περὶ τὴν φύσιν Προνοίας ἰδεῖν· τὰ μὲν γὰρ ὄμματα διαφανῆ πρὸς τὸ βλέπειν κατεσκεύασται, ἡ δὲ ῥὶς ὑπὲρ τὸ στόμα διὰ τὸ κρίνειν τὰ δυσώδη, τῶν δὲ ὀδόντων οἱ μὲν μέσοι ὀξεῖς διὰ τὸ τέμνειν, οἱ δὲ ἔνδον πλατεῖς
5διὰ τὸ τρίβειν τὰ σιτία· καὶ πάντα δὲ ἐν πᾶσιν οὕτω κατὰ λόγον ὁρῶμεν· ἀδύνατον δὲ ἐν μὲν τοῖς ἐσχάτοις τοσαύτην εἶναι τὴν Πρόνοιαν, ἐν δὲ τοῖς πρώτοις μὴ εἶναι· αἵ τε ἐν τῷ Κόσμῳ μαντεῖαι καὶ θεραπεῖαι σωμάτων γινόμεναι τῆς ἀγαθῆς Προνοίας εἰσὶ τῶν Θεῶν.

9

.

3

Τὴν δὲ τοιαύτην περὶ τὸν Κόσμον ἐπιμέλειαν οὐδὲν βουλευομένους οὐδὲ πονοῦν‐ τας τοὺς Θεοὺς ἡγητέον ποιεῖσθαι· ἀλλ’ ὥσπερ τῶν σωμά‐ των τὰ δύναμιν ἔχοντα αὐτῷ τῷ εἶναι ποιεῖ ἃ ποιεῖ—οἷον
5ἥλιος φωτίζει καὶ θάλπει αὐτῷ μόνῳ τῷ εἶναι—, οὕτω πολὺ μᾶλλον ἡ τῶν Θεῶν Πρόνοια αὐτῇ τε ἀπόνως καὶ τοῖς προνοουμένοις ἐπ’ ἀγαθῷ γίνεται· ὥστε καὶ αἱ τῶν Ἐπικου‐ ρείων λέλυνται ζητήσεις, τὸ γὰρ θεῖον, φασίν, οὐδὲ αὐτὸ πράγματα ἔχειν οὐδὲ ἄλλοις παρέχειν.

9

.

4

Καὶ ἡ μὲν ἀσώματος περί τε τὰ σώματα καὶ τὰς ψυχὰς Πρόνοια τῶν Θεῶν ἐστι τοιαύτη. Ἡ δὲ ἐκ τῶν σωμάτων
καὶ ἐν τοῖς σώμασιν ἑτέρα τε ταύτης ἐστί, καὶ Εἱμαρμένη καλεῖται, διὰ τὸ μᾶλλον 〈ἐν〉 τοῖς σώμασι φαίνεσθαι τὸν13
5εἱρμόν. Περὶ ἣν καὶ ἡ μαθηματικὴ εὕρηται τέχνη. Τὸ μὲν οὖν μὴ μόνον ἐκ Θεῶν ἀλλὰ καὶ ἐκ τῶν θείων σωμάτων διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα καὶ μάλιστα τὴν σωματικὴν φύσιν, εὔλογόν τέ ἐστι καὶ ἀληθές· καὶ διὰ τοῦτο ὑγεῖαν τε καὶ νόσον, εὐτυχίας τε καὶ δυστυχίας κατ’
10ἀξίαν ἐκεῖθεν γίνεσθαι ὁ λόγος εὑρίσκει.

9

.

5

Τὸ δὲ ἀδικίας τε καὶ ἀσελγείας ἐκ τῆς Εἱμαρμένης διδόναι, ἡμᾶς μὲν ἀγαθοὺς τοὺς δὲ Θεοὺς ποιεῖν ἐστι κακούς· εἰ μὴ ἄρα ἐκεῖνο λέγειν ἐθέλοι τις ὡς ὅλῳ μὲν τῷ Κόσμῳ καὶ τοῖς κατὰ φύσιν ἔχουσιν ἐπ’ ἀγαθῷ γίνεται
5πάντα, τὸ δὲ τραφῆναι κακῶς ἢ τὴν φύσιν ἀσθενεστέρως ἔχειν τὰ παρὰ τῆς Εἱμαρμένης ἀγαθὰ εἰς τὸ χεῖρον μετα‐ βάλλει, ὥσπερ τὸν ἥλιον ἀγαθὸν ὄντα πᾶσι, τοῖς ὀφθαλ‐ μιῶσιν ἢ πυρέττουσι βλαβερὸν εἶναι συμβαίνει. Διὰ τί γὰρ Μασσαγέται μὲν τοὺς πατέρας ἐσθίουσιν, Ἑβραῖοι δὲ
10περιτέμνονται, Πέρσαι δὲ τὴν εὐτεκνίαν σῴζουσι;

9

.

6

Πῶς δὲ Κρόνον τε καὶ Ἄρην κακοποιοὺς λέγοντες πάλιν ποιοῦσιν ἀγαθούς, φιλοσοφίαν τε καὶ βασιλείαν, στρατηγίας τε καὶ θησαυροὺς εἰς ἐκείνους ἀνάγοντες; Εἰ δὲ τρίγωνα καὶ τετράγωνα λέξουσιν, ἄτοπον τὴν μὲν
5ἀνθρωπίνην ἀρετὴν πανταχοῦ τὴν αὐτὴν μένειν, τοὺς δὲ Θεοὺς ἐκ τῶν τόπων μεταβάλλεσθαι· τὸ δὲ καὶ πατέρων εὐγένειαν ἢ δυσγένειαν προλέγειν ὡς οὐ πάντα ποιούντων τινὰ δὲ σημαινόντων μόνον τῶν ἀστέρων διδάσκει. Πῶς γὰρ ἂν τὰ πρὸ τῆς γενέσεως ἐκ τῆς γενέσεως γένοιτο;

9

.

7

Ὥσπερ τοίνυν Πρόνοια καὶ Εἱμαρμένη ἔστι μὲν περὶ ἔθνη καὶ πόλεις, ἔστι δὲ καὶ περὶ ἕκαστον ἄνθρωπον, οὕτω καὶ Τύχη· περὶ ἧς καὶ λέγειν ἀκόλουθον.
Ἡ τοίνυν τὰ διάφορα καὶ τὰ παρ’ ἐλπίδα γινόμενα πρὸς14
5ἀγαθὸν τάττουσα δύναμις τῶν Θεῶν Τύχη νομίζεται· καὶ διὰ τοῦτο μάλιστα κοινῇ τὰς πόλεις τὴν Θεὸν προσήκει τιμᾶν· πᾶσα γὰρ πόλις ἐκ διαφόρων πραγμάτων συνίσταται. Ἐν σελήνῃ δὲ τὴν δύναμιν ἔχει, ἐπειδὴ ὑπὲρ σελήνην οὐδὲ ἓν ἐκ Τύχης ἂν γένοιτο.

9

.

8

Εἰ δὲ κακοὶ μὲν εὐτυχοῦσιν ἀγαθοὶ δὲ πένονται, θαυμά‐ ζειν οὐ δεῖ· οἱ μὲν γὰρ πάντα, οἱ δὲ οὐδὲν, ὑπὸ πλούτων ποιοῦσι, καὶ τῶν μὲν κακῶν ἡ εὐτυχία οὐκ ἂν ἀφέλοι τὴν κακίαν, τοῖς δὲ ἀγαθοῖς ἡ Ἀρετὴ μόνον ἀρκέσει.

10

.

1

(ιηʹ) Οἱ δὲ περὶ τῆς Ἀρετῆς καὶ τῆς Κακίας λόγοι πάλιν τῶν περὶ ψυχῆς δέονται· τῆς γὰρ ἀλόγου ἰούσης εἰς τὰ σώματα καὶ θυμὸν εὐθὺς καὶ ἐπιθυμίαν ποιούσης, ἡ λο‐ γικὴ τούτοις ἐφεστηκυῖα τριμερῆ ποιεῖ τὴν ψυχὴν ἐκ λόγου
5καὶ θυμοῦ καὶ ἐπιθυμίας. Ἀρετὴ δὲ λόγου μὲν φρόνησις, θυμοῦ δὲ ἀνδρεία, ἐπιθυμίας δὲ σωφροσύνη, ὅλης δὲ τῆς ψυχῆς δικαιοσύνη· δεῖ γὰρ τὸν μὲν λόγον κρίνειν τὰ δέοντα, τὸν δὲ θυμὸν λόγῳ πειθόμενον τῶν δοκούντων δεινῶν κατα‐ φρονεῖν, τὴν δὲ ἐπιθυμίαν μὴ τὸ φαινόμενον ἡδὺ ἀλλὰ τὸ
10μετὰ λόγου διώκειν.

10

.

2

Τούτων δὲ οὕτως ἐχόντων, ὁ βίος γίνεται δίκαιος· ἡ γὰρ περὶ χρήματα δικαιοσύνη μακρόν τι μέρος ἐστὶν Ἀρετῆς· καὶ διὰ τοῦτο ἐν μὲν τοῖς πεπαιδευ‐ μένοις πάσας ἔστιν ἰδεῖν, ἐν δὲ τοῖς ἀπαιδεύτοις ὁ μέν
5ἐστιν ἀνδρεῖος καὶ ἄδικος, ὁ δὲ σώφρων καὶ ἀνόητος, ὁ δὲ φρόνιμος καὶ ἀκόλαστος· ἅσπερ οὐδὲ ἀρετὰς προσήκει καλεῖν λόγου τε ἐστερημένας καὶ ἀτελεῖς οὔσας, καὶ τῶν
ἀλόγων τισὶ παραγινομένας.15

10

.

3

Ἡ δὲ Κακία ἐκ τῶν ἐναντίων θεωρείσθω· λόγου μὲν ἄνοια, θυμοῦ δὲ δειλία, ἐπιθυμίας δὲ ἀκολασία, ὅλης δὲ τῆς ψυχῆς ἀδικία. Γίνονται δὲ αἱ μὲν ἀρεταὶ ἐκ πολιτείας ὀρθῆς καὶ τοῦ τραφῆναι καλῶς καὶ παιδευθῆναι· αἱ δὲ
5κακίαι ἐκ τῶν ἐναντίων.

11

.

1

(ιθʹ) Καὶ αἱ πολιτεῖαι δὲ κατὰ τὴν τριμέρειαν γίνονται τῆς ψυχῆς· ἐοίκασι γὰρ οἱ μὲν ἄρχοντες τῷ λόγῳ, οἱ δὲ στρατιῶται τῷ θυμῷ, οἱ δὲ δῆμοι ταῖς ἐπιθυμίαις. Καὶ ὅπου μὲν κατὰ λόγον πράττεται πάντα καὶ ὁ πάντων ἄριστος
5ἄρχει, Βασιλεία γίνεται· ὅπου δὲ κατὰ λόγον τε καὶ θυμὸν καὶ πλείους ἑνὸς ἄρχουσιν, Ἀριστοκρατίαν εἶναι συμβαίνει· ὅπου δὲ κατὰ ἐπιθυμίαν πολιτεύονται καὶ αἱ τιμαὶ πρὸς τὰ χρήσιμα γίνονται, Τιμοκρατία ἡ τοιαύτη πολιτεία καλεῖται.

11

.

2

Ἐναντία δὲ Βασιλείᾳ μὲν Τυραννίς· ἡ μὲν γὰρ μετὰ λόγου πάντα, ἡ δὲ οὐδὲν κατὰ λόγον ποιεῖ· Ἀριστοκρατίᾳ δὲ Ὀλιγαρχία, ὅτι οὐχ οἱ ἄριστοι, ἀλλ’ ὀλίγοι κάκιστοι ἄρχουσι· Τιμοκρατίᾳ δὲ Δημοκρατία, ὅτι οὐχ οἱ τὰς
5οὐσίας ἔχοντες, ἀλλ’ ὁ δῆμος κύριός ἐστιν ἁπάντων.

12

.

1

(κʹ) Ἀλλὰ πῶς Θεῶν ἀγαθῶν ὄντων καὶ πάντα ποιούντων τὰ κακὰ ἐν τῷ Κόσμῳ; Ἢ πρῶτον μὲν αὐτὸ τοῦτο ῥητέον ὅτι Θεῶν ἀγαθῶν ὄντων καὶ πάντα ποιούντων
κακοῦ φύσις οὐκ ἔστιν, ἀπουσίᾳ δὲ ἀγαθοῦ γίνεται, ὥσπερ16
5καὶ σκότος αὐτὸ μὲν οὐκ ἔστιν ἀπουσίᾳ δὲ φωτὸς γίνεται;

12

.

2

Ἀνάγκη δὲ εἴπερ ἔστιν ἢ ἐν Θεοῖς εἶναι ἢ νοῖς ἢ ψυχαῖς ἢ σώμασιν. Ἀλλ’ ἐν μὲν Θεοῖς οὐκ ἔστιν, ἐπειδὴ πᾶς Θεὸς ἀγαθός· εἰ δὲ νοῦν τίς φησι κακόν, νοῦν ἀνόητον λέγει· εἰ δὲ ψυχήν, χείρονα ποιήσει σώματος· πᾶν γὰρ σῶμα καθ’
5ἑαυτὸ κακίαν οὐκ ἔχει· εἰ δὲ ἐκ ψυχῆς καὶ σώματος, ἄλογον κεχωρισμένα μὲν μὴ εἶναι κακὰ συνελθόντα δὲ κακίαν ποιεῖν.

12

.

3

Εἰ δὲ Δαίμονάς τις λέγοι κακούς, εἰ μὲν ἐκ Θεῶν τὴν δύναμιν ἔχουσιν, οὐκ ἂν εἶεν κακοί, εἰ δὲ ἀλλαχόθεν, οὐ πάντα ποιοῦσι Θεοί. Εἰ δὲ μὴ πάντα ποιοῦσιν, ἢ βουλό‐ μενοι οὐ δύνανται ἢ δυνάμενοι οὐ βούλονται, ὧν οὐδέτερον
5πρέπει Θεῷ.

12

.

4

Ὅτι μὲν οὖν οὐδὲν ἐν τῷ Κόσμῳ φύσει κακὸν ἐκ τούτων ἔστιν ἰδεῖν· περὶ δὲ τὰς τῶν ἀνθρώπων ἐνεργείας καὶ τούτων οὐ πάντων οὐδὲ ἀεὶ φαίνεται τὰ κακά.

12

.

5

Ταῦτα δὲ εἰ μὲν δι’ αὐτὸ τὸ κακὸν ἡμάρτανον ἄνθρωποι, αὐτὴ ἂν ἦν ἡ φύσις κακή· εἰ δὲ ὁ μὲν μοιχεύων τὴν μὲν μοιχείαν ἡγεῖται κακὸν τὴν δὲ ἡδονὴν ἀγαθόν, ὁ δὲ φονεύων τὸν μὲν φόνον ἡγεῖται
5κακὸν τὰ δὲ χρήματα ἀγαθά, ὁ δὲ ἐχθρὸν κακῶς ποιῶν τὸ μὲν κακῶς ποιῆσαι κακὸν τὸ δὲ τὸν ἐχθρὸν ἀμύνασθαι ἀγαθόν, καὶ πάντα οὕτως ἁμαρτάνει ἡ ψυχή, δι’ ἀγαθό‐ τητα γίνεται τὰ κακά, ὥσπερ διὰ τὸ φῶς μὴ εἶναι γίνεται σκότος φύσει μὴ ὄν· ἁμαρτάνει μὲν οὖν ψυχὴ ὅτι ἐφίεται
10ἀγαθοῦ, πλανᾶται δὲ περὶ τὸ ἀγαθὸν ὅτι μὴ πρώτη ἐστὶν οὐσία.

12

.

6

Ὑπὲρ δὲ τοῦ μὴ πλανᾶσθαι καὶ πλανηθεῖσαν θερα‐ πεύεσθαι πολλὰ παρὰ Θεῶν γινόμενα ἔστιν ἰδεῖν· καὶ γὰρ τέχναι 〈τε〉 καὶ ἐπιστῆμαι καὶ μελέται, εὐχαί τε καὶ θυσίαι
καὶ τελεταί, νόμοι τε καὶ πολιτεῖαι, δίκαι τε καὶ κολάσεις17
5διὰ τὸ κωλύειν ψυχὰς ἁμαρτάνειν ἐγένοντο· καὶ τοῦ σώμα‐ τος ἐξελθούσας Θεοὶ καθάρσιοι καὶ Δαίμονες τῶν ἁμαρτη‐ μάτων καθαίρουσι.

13

.

1

(καʹ) Περὶ μὲν οὖν Θεῶν καὶ Κόσμου καὶ τῶν ἀνθρω‐ πίνων πραγμάτων τοῖς μήτε διὰ φιλοσοφίας ἀχθῆναι δυνα‐ μένοις μηδὲ τὰς ψυχὰς ἀνιάτοις ἀρκέσει ταῦτα· περὶ δὲ τοῦ μὴ γενέσθαι ταῦτά ποτε μηδὲ ἀλλήλων χωρίζεσθαι λείπεται
5λέγειν, ἐπειδὴ καὶ ἡμεῖς ἐν τοῖς λόγοις ὑπὸ τῶν πρώτων τὰ δεύτερα εἴπομεν γίνεσθαι.

13

.

2

Πᾶν τὸ γινόμενον ἢ τέχνῃ ἢ φύσει ἢ κατὰ δύναμιν γίνεται· τὰ μὲν οὖν κατὰ τέχνην ἢ φύσιν ποιοῦντα πρότερα εἶναι τῶν ποιουμένων ἀνάγκη, τὰ δὲ κατὰ δύναμιν μεθ’ ἑαυτῶν συνίστησι τὰ γινόμενα, ἐπειδὴ καὶ τὴν δύναμιν
5ἀχώριστον ἔχει, ὥσπερ δὴ ἥλιος μὲν φῶς πῦρ δὲ θερμότητα χιὼν δὲ ψυχρότητα.

13

.

3

Εἰ μὲν οὖν τέχνῃ τὸν Κόσμον ποιοῦσι Θεοί, οὐ τὸ εἶναι τὸ δὲ τοιόνδε εἶναι ποιοῦσι· πᾶσα γὰρ τέχνη τὸ εἶδος ποιεῖ. Πόθεν οὖν τὸ εἶναι τῷ Κόσμῳ; Εἰ δὲ φύσει, πᾶν τὸ φύσει ποιοῦν ἑαυτοῦ τι δίδωσι
5τῷ γινομένῳ, ἀσωμάτων δὲ τῶν Θεῶν ὄντων ἐχρῆν καὶ τὸν Κόσμον ἀσώματον εἶναι. Εἰ δὲ τοὺς Θεοὺς σώματα λέγοι τις πόθεν τῶν ἀσωμάτων ἡ δύναμις; Εἰ δὲ καὶ τοῦτο συγχωρήσαιμεν, φθειρομένου τοῦ Κόσμου, τὸν ποιήσαντα φθείρεσθαι ἀνάγκη, εἴπερ κατὰ φύσιν
10ποιεῖ.

13

.

4

Εἰ δὲ μὴ τέχνῃ μηδὲ φύσει τὸν Κόσμον ποιοῦσι Θεοί,
δυνάμει λείπεται μόνον· πᾶν δὲ τὸ δυνάμει γινόμενον τῷ τὴν δύναμιν ἔχοντι συνυφίσταται, καὶ οὐδὲ ἀπολέσθαι ποτὲ τὰ οὕτως γινόμενα δύνανται, εἰ μή τις τοῦ ποιοῦντος18
5ἀφέλοι τὴν δύναμιν. Ὥστε οἱ τὸν Κόσμον φθείροντες Θεοὺς μὴ εἶναι λέγουσιν, ἢ Θεοὺς εἶναι λέγοντες τὸν Θεὸν ποιοῦσιν ἀδύνατον. Δυνάμει μὲν οὖν πάντα ποιῶν ἑαυτῷ συνυφίστησι πάντα, μεγίστης δὲ τῆς δυνάμεως οὔσης οὐκ ἀνθρώπους ἔδει καὶ ζῷα μόνα ποιεῖν ἀλλὰ Θεούς τε καὶ
10Ἀγγέλους καὶ Δαίμονας.

13

.

5

Καὶ ὅσῳ τῆς ἡμετέρας φύσεως ὁ πρῶτος διαφέρει Θεός, τοσούτῳ πλείους εἶναι τὰς μεταξὺ ἡμῶν τε κἀκείνου δυνάμεις ἀνάγκη· πάντα γὰρ πλεῖστον ἀλλήλων κεχωρισ‐ μένα πολλὰ ἔχει τὰ μέσα.

14

.

1

(κβʹ) Εἰ δέ τις τὸ μὲν Θεοὺς μὴ μεταβάλλεσθαι εὔλογόν τε ἡγεῖται καὶ ἀληθές, ἀπορεῖ δὲ πῶς ἀγαθοῖς μὲν χαίρουσι κακοὺς δὲ ἀποστρέφονται, καὶ ἁμαρτάνουσι μὲν ὀργίζονται θεραπευόμενοι δὲ ἵλεῳ γίνονται, ῥητέον ὡς οὐ
5χαίρει Θεός—τὸ γὰρ χαῖρον καὶ λυπεῖται—, οὐδὲ ὀργίζε‐ ται—πάθος γὰρ καὶ τὸ ὀργίζεσθαι—, οὐδὲ δώροις θερα‐ πεύεται—ἡδονῇ γὰρ ἂν ἡττηθείη—, οὐδὲ θέμις ἐκ τῶν ἀνθρωπίνων πραγμάτων οὔτε καλῶς οὔτε κακῶς ἔχειν τὸ θεῖον. Ἀλλ’ ἐκεῖνοι μὲν ἀγαθοί τέ εἰσιν ἀεὶ καὶ ὠφελοῦσι
10μόνον· βλάπτουσι δὲ οὐδέποτε κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχοντες.

14

.

2

Ἡμεῖς δὲ ἀγαθοὶ μὲν ὄντες δι’ ὁμοιότητα Θεοῖς συναπτόμεθα, κακοὶ δὲ γενόμενοι δι’ ἀνομοιότητα χωρι‐ ζόμεθα· καὶ κατ’ ἀρετὰς μὲν ζῶντες ἐχόμεθα τῶν Θεῶν, κακοὶ δὲ γενόμενοι ἐχθροὺς ἡμῖν ποιοῦμεν ἐκείνους, οὐκ
5ἐκείνων ὀργιζομένων ἀλλὰ τῶν ἁμαρτημάτων Θεοὺς μὲν ἡμῖν οὐκ ἐώντων ἐλλάμπειν Δαίμοσι δὲ κολαστικοῖς συνα‐ πτόντων.19

14

.

3

Εἰ δὲ εὐχαῖς καὶ θυσίαις λύσιν τῶν ἁμαρτη‐ μάτων εὑρίσκομεν καὶ τοὺς Θεοὺς θεραπεύομεν καὶ μετα‐ βάλλομεν, ἀλλὰ διὰ τῶν δρωμένων καὶ τῆς πρὸς τὸ θεῖον ἐπιστροφῆς τὴν ἡμετέραν κακίαν ἰώμενοι πάλιν τῆς τῶν
5Θεῶν ἀγαθότητος ἀπολαύομεν· ὥστε ὅμοιον τὸν Θεὸν λέγειν τοὺς κακοὺς ἀποστρέφεσθαι καὶ τὸν ἥλιον τοῖς ἐστερημένοις τῶν ὄψεων κρύπτεσθαι.

15

.

1

(κγʹ) Ἐκ δὲ τούτων καὶ ἡ περὶ θυσιῶν καὶ τῶν ἄλλων τῶν εἰς Θεοὺς γινομένων τιμῶν λέλυται ζήτησις. Αὐτὸ μὲν γὰρ τὸ θεῖον ἀνενδεές, αἱ δὲ τιμαὶ τῆς ἡμετέρας ὠφελείας ἕνεκα γίνονται.

15

.

2

Καὶ ἡ μὲν Πρόνοια τῶν Θεῶν διατείνει πανταχῇ, ἐπιτηδειότητος δὲ μόνον πρὸς ὑποδοχὴν δεῖται· πᾶσα δὲ ἐπιτηδειότης μιμήσει καὶ ὁμοιότητι γίνεται, διὸ οἱ μὲν ναοὶ τὸν οὐρανόν, οἱ δὲ βωμοὶ μιμοῦνται τὴν γῆν, τὰ δὲ ἀγάλ‐
5ματα τὴν ζωήν—καὶ διὰ τοῦτο ζῴοις ἀπείκασται—, αἱ δὲ εὐχαὶ τὸ νοερόν, οἱ δὲ χαρακτῆρες τὰς ἀρρήτους ἄνω δυνάμεις, βοτάναι δὲ καὶ λίθοι τὴν ὕλην, τὰ δὲ θυόμενα ζῷα τὴν ἐν ἡμῖν ἄλογον ζωήν.

15

.

3

Ἐκ δὲ τούτων ἁπάντων τοῖς μὲν Θεοῖς πλέον οὐδέν— τί γὰρ ἂν πλέον γένοιτο Θεῷ; —ἡμῖν δὲ πρὸς ἐκείνους γίνεται συναφή.

16

.

1

(κδʹ) Ἄξιον δέ, οἶμαι, περὶ θυσιῶν βραχέα προσθεῖ‐
ναι. Πρῶτον μὲν ἐπειδὴ πάντα παρὰ Θεῶν ἔχομεν, δίκαιον δὲ τοῖς διδοῦσι τῶν διδομένων ἀπάρχεσθαι· χρημάτων μὲν δι’ ἀναθημάτων, σωμάτων δὲ διὰ κόμης, ζωῆς δὲ διὰ θυσιῶν20
5ἀπαρχόμεθα. Ἔπειτα αἱ μὲν χωρὶς θυσιῶν εὐχαὶ λόγοι μόνον εἰσίν, αἱ δὲ μετὰ θυσιῶν ἔμψυχοι λόγοι, τοῦ μὲν λόγου τὴν ζωὴν δυναμοῦντος τῆς δὲ ζωῆς τὸν λόγον ψυχούσης. Ἔτι παντὸς πράγματος εὐδαιμονία ἡ οἰκεία τελειότης ἐστίν, οἰκεία δὲ τελειότης ἑκάστῳ ἡ πρὸς τὴν
10ἑαυτοῦ αἰτίαν συναφή· καὶ διὰ τοῦτο ἡμεῖς εὐχόμεθα συναφθῆναι Θεοῖς.

16

.

2

Ἐπεὶ τοίνυν ζωὴ μὲν πρώτη ἡ τῶν Θεῶν ἐστι, ζωὴ δέ τις καὶ ἡ ἀνθρωπίνη, βούλεται δὲ αὕτη συναφθῆναι ἐκείνῃ, μεσότητος δεῖται· οὐδὲν γὰρ τῶν πλεῖστον διεστώτων ἀμέσως συνάπτεται. Ἡ δὲ μεσότης ὁμοία εἶναι τοῖς
5συναπτομένοις ὀφείλει· ζωῆς οὖν μεσότητα ζωὴν ἐχρῆν εἶναι. Καὶ διὰ τοῦτο ζῷα θύουσιν ἄνθρωποι, οἵ τε νῦν εὐδαίμονες καὶ πάντες οἱ πάλαι· καὶ ταῦτα οὐχ ἁπλῶς ἀλλ’ ἑκάστῳ Θεῷ τὰ πρέποντα, μετὰ πολλῆς τῆς ἄλλης θρησκείας. Καὶ περὶ μὲν τούτων ἱκανά.

17

.

1

(κεʹ) Τὸν δὲ Κόσμον ὅτι μὲν οὐκ ἂν Θεοὶ φθεροῦσιν εἴρηται, ὅτι δὲ καὶ τὴν φύσιν ἄφθαρτον ἔχει λέγειν ἀκό‐ λουθον· πᾶν γὰρ τὸ φθειρόμενον ἢ ὑφ’ ἑαυτοῦ φθείρεται ἢ ὑπὸ ἄλλου. Εἰ μὲν οὖν ὑφ’ ἑαυτοῦ ὁ Κόσμος φθείρεται,
5ἔδει καὶ τὸ πῦρ ἑαυτὸ καίειν καὶ τὸ ὕδωρ ἑαυτὸ ξηραίνειν· εἰ δὲ ὑπὸ ἄλλου, ἢ σώματος ἢ ἀσωμάτου.

17

.

2

Ἀλλ’ ὑπὸ μὲν ἀσωμάτου ἀδύνατον, τὰ γὰρ ἀσώματα σῴζει τὰ σώματα οἷον
φύσις καὶ ψυχή, οὐδὲν δὲ ὑπὸ τοῦ φύσει σῴζοντος φθείρε‐ ται· εἰ δὲ ὑπὸ σώματος, ἢ ὑπὸ τῶν ὄντων ἢ ὑπὸ ἑτέρων.21
5Καὶ εἰ μὲν ὑπὸ τῶν ὄντων, ἢ ὑπὸ τῶν κύκλῳ κινουμένων τὰ ἐπ’ εὐθείας ἢ ὑπὸ τῶν ἐπ’ εὐθείας τὰ κύκλῳ.

17

.

3

Ἀλλ’ οὐδὲ τὰ κύκλῳ φθαρτικὴν ἔχει φύσιν—διὰ τί γὰρ μηδὲν ὁρῶμεν ἐκεῖθεν φθειρόμενον; —οὐδὲ τὰ ἐπ’ εὐθείας ἐκείνων ἅψασθαι δύναται—διὰ τί γὰρ ἄχρι
5νῦν οὐκ ἠδυνήθη; —ἀλλ’ οὐδὲ τὰ ἐπ’ εὐθείας ὑπ’ ἀλλήλων φθείρεσθαι δύναται· ἡ γὰρ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστι, τοῦτο δὲ φθείρεσθαι μὲν οὐκ ἔστι, μετα‐ βάλλεσθαι δέ. Εἰ δὲ ὑπ’ ἄλλων σωμάτων ὁ Κόσμος φθείρεται, πόθεν γενομένων ἢ ποῦ νῦν ὄντων; Οὐκ ἔστιν
10εἰπεῖν.

17

.

4

Ἔτι πᾶν τὸ φθειρόμενον, ἢ εἴδει ἢ ὕλῃ φθείρεται. Ἔστι δὲ εἶδος μὲν τὸ σχῆμα, ὕλη δὲ τὸ σῶμα· καὶ τῶν μὲν εἰδῶν φθειρομένων, τῆς δὲ ὕλης μενούσης, ἕτερα ὁρῶμεν γινόμενα· εἰ δὲ ὕλη φθείρεται, πῶς ἐν τοσούτοις ἔτεσιν οὐκ
5ἐπέλιπεν;

17

.

5

Εἰ δὲ ἀντὶ τῆς φθειρομένης ἑτέρα γίνεται, ἢ ἐκ τῶν ὄντων ἢ ἐκ τῶν μὴ ὄντων γίνεται· ἀλλ’ εἰ μὲν ἐκ τῶν ὄντων, τῶν ὄντων μενόντων ἀεὶ καὶ ἡ ὕλη ἔστιν ἀεί· εἰ δὲ καὶ τὰ ὄντα φθείρεται, οὐ τὸν Κόσμον μόνον ἀλλὰ καὶ
5πάντα λέγουσι φθείρεσθαι. Εἰ δὲ ἐκ τῶν μὴ ὄντων ἡ ὕλη, πρῶτον μὲν ἀδύνατον ἐκ τῶν μὴ ὄντων εἶναί τι, εἰ δὲ καὶ τοῦτο γένοιτο καὶ δυνατὸν ἐκ τῶν μὴ ὄντων εἶναι τὴν ὕλην, ἕως ἂν ᾖ τὰ μὴ ὄντα ἔσται καὶ ἡ ὕλη, οὐ γὰρ δήποτε καὶ τὰ μὴ ὄντα ἀπόλλυται.

17

.

6

Εἰ δὲ ἀνείδεον λέγουσι μένειν τὴν ὕλην, πρῶτον μὲν διὰ τί οὐ κατὰ μέρη ἀλλ’ ἐν ὅλῳ τοῦτο γίνεται τῷ Κόσμῳ; Ἔπειτα οὐ τὸ εἶναι τῶν σωμάτων τὸ δὲ κάλλος φθείρουσι μόνον.

17

.

7

Ἔτι πᾶν τὸ φθειρόμενον ἢ ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λύεται, ἢ εἰς τὸ μὴ ὂν ἀφανίζεται. Ἀλλ’ εἰ μὲν ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λυθείη, πάλιν γίνεται ἕτερα—διὰ τί γὰρ τὴν ἀρχὴν ἐγένετο; —εἰ δὲ εἰς τὸ μὴ ὂν ἄπεισι τὰ ὄντα,
5τί κωλύει καὶ τὸν Θεὸν τοῦτο παθεῖν; Εἰ δὲ ἡ δύναμις κωλύει οὐκ ἔστι δυνατοῦ ἑαυτὸν μόνον σῴζειν, καὶ ὁμοίως δὲ ἀδύνατον ἐκ τῶν μὴ ὄντων γίνεσθαι τὰ ὄντα καὶ τὰ ὄντα εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι.22

17

.

8

Ἔτι ἀνάγκη τὸν Κόσμον, εἰ φθείρεται, ἢ κατὰ φύσιν φθείρεσθαι ἢ παρὰ φύσιν· οὐδὲ τὸ παρὰ φύσιν πρότερον ἔχει τῆς φύσεως, εἰ δὲ παρὰ φύσιν, δεῖ ἑτέραν εἶναι φύσιν τὴν μεταβάλλουσαν τοῦ Κόσμου τὴν φύσιν· ὅπερ οὐ
5φαίνεται.

17

.

9

Ἔτι, πᾶν τὸ φύσει φθειρόμενον, καὶ ἡμεῖς φθείρειν δυνάμεθα· τοῦ δὲ Κόσμου τὸ μὲν κυκλικὸν σῶμα οὔτε ἔφθειρέ τίς ποτε οὔτε μετέβαλε· τῶν δὲ στοιχείων μετα‐ βάλλειν μὲν δυνατόν, φθείρειν δὲ ἀδύνατον.

17

.

10

Ἔτι πᾶν τὸ φθειρόμενον ὑπὸ χρόνου μεταβάλλεται καὶ γηρᾷ· ὁ δὲ Κόσμος ἐν τοσούτοις ἔτεσιν ἀμετάβλητος μένει. Τοσαῦτα καὶ πρὸς τοὺς ἰσχυροτέρων ἀποδείξεων δεομέ‐
5νους εἰπόντες, αὐτὸν ἡμῖν εὐχόμεθα ἵλεων τὸν Κόσμον γένεσθαι.

18

.

1

(κϛʹ) Καὶ μὴν οὐδὲ τὸ ἀθεΐας περί τινας τόπους τῆς γῆς γενέσθαι πολλάκις δὲ ὕστερον ἔσεσθαι ἄξιον ταράττειν τοὺς ἔμφρονας. Ὅτι τε οὐκ εἰς Θεοὺς γίνεται ταῦτα, ὥσπερ οὐδὲ αἱ τιμαὶ ἐκείνους ὠφελοῦσαι ἐφάνησαν, καὶ διὰ
5τὸ ἀδυνατεῖν μέσης οὐσίας οὖσαν τὴν ψυχὴν ἀεὶ κατορθοῦν, καὶ τὸ μὴ δύνασθαι πάντα τὸν Κόσμον τῆς τῶν Θεῶν Προνοίας ἀπολαύειν ὁμοίως·

18

.

2

ἀλλὰ τὰ μὲν αἰωνίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν πρώτως, τὰ δὲ δευτέρως μετέχειν ἐκείνης, ὥσπερ καὶ τῶν αἰσθήσεων πασῶν μὲν ἡ κεφαλή, μιᾶς δὲ ὅλον τὸ σῶμα αἰσθάνεται. (κζʹ) Καὶ
5διὰ τοῦτο, ὡς ἔοικεν, οἱ τὰς ἑορτὰς καταστησάμενοι καὶ Ἀποφράδας ἐποίησαν, ἐν αἷς τὰ μὲν ἤργει τῶν ἱερῶν, τὰ δὲ ἐκλείετο, τῶν δὲ καὶ τὸν κόσμον ἀφῄρουν, πρὸς τὴν ἀσθέ‐ νειαν τῆς ἡμετέρας ἀφοσιούμενοι φύσεως.23

18

.

3

Καὶ κολάσεως δὲ εἶδος εἶναι ἀθεΐαν οὐκ ἀπεικός· τοὺς γὰρ γνόντας Θεοὺς καὶ καταφρονήσαντας εὔλογον ἐν ἑτέρῳ βίῳ καὶ τῆς γνώσεως στέρεσθαι· καὶ τοὺς ἑαυτῶν βασιλέας ὡς Θεοὺς τιμήσαντας ἔδει τὴν δίκην αὐτῶν
5ποιῆσαι τῶν Θεῶν ἐκπεσεῖν.

19

.

1

(κηʹ) Εἰ δὲ μηδὲ τούτων μηδὲ τῶν ἄλλων ἁμαρτη‐ μάτων εὐθὺς αἱ δίκαι τοῖς ἁμαρτήσασιν ἕπονται θαυμάζειν οὐ δεῖ, ὅτι τε οὐ Δαίμονές εἰσι μόνον οἱ κολάζοντες τὰς ψυχάς, ἀλλὰ καὶ αὐτὴ ἑαυτὴν ὑπάγει τῇ δίκῃ· καὶ ὅτι
5μένουσι τὸν ἅπαντα χρόνον, οὐκ ἐχρῆν ἐν ὀλίγῳ πάντων τυχεῖν· καὶ διὰ τὸ δεῖν ἀνθρωπίνην ἀρετὴν εἶναι. Εἰ γὰρ τοῖς ἁμαρτήσασιν εὐθὺς ἠκολούθουν αἱ δίκαι, φόβῳ δικαιοπραγοῦντες ἄνθρωποι ἀρετὴν οὐκ ἂν εἶχον.

19

.

2

(κθʹ) Κολάζονται δὲ τοῦ σώματος ἐξελθοῦσαι· αἱ μὲν ἐνταῦθα πλανώμεναι, αἱ δὲ εἴς τινας τόπους τῆς γῆς θερμοὺς ἢ ψυχρούς, αἱ δὲ ὑπὸ Δαιμόνων ταραττόμεναι· πάντα δὲ μετὰ τῆς ἀλόγου ὑπομένουσι, μεθ’ ἧσπερ καὶ
5ἥμαρτον· δι’ ἣν καὶ τὸ σκιοειδὲς σῶμα ὑφίσταται ὃ περὶ τοὺς
τάφους καὶ μάλιστα τῶν κακῶς ζησάντων ὁρᾶται.24

20

.

1

(λʹ) Αἱ δὲ μετεμψυχώσεις εἰ μὲν εἰς λογικὰ γένοιντο, αὐτὸ τοῦτο ψυχαὶ γίνονται τῶν σωμάτων, εἰ δὲ εἰς ἄλογα, ἔξωθεν ἕπονται, ὥσπερ καὶ ἡμῖν οἱ εἰληχότες ἡμᾶς Δαί‐ μονες· οὐ γὰρ μήποτε λογικὴ ἀλόγου ψυχὴ γένοιτο.

20

.

2

(λαʹ) Τὴν δὲ μετεμψύχωσιν ἐκ τῶν ἐκ γενετῆς παθῶν ἔστιν ἰδεῖν—διὰ τί γὰρ οἱ μὲν τυφλοί, οἱ δὲ παρει‐ μένοι, οἱ δὲ καὶ αὐτὴν τὴν ψυχὴν κακῶς ἔχοντες τίκτον‐ ται; —καὶ ἐκ τῆς φύσεως ἐχούσας ἐν σώματι πολιτεύεσθαι
5τὰς ψυχὰς μὴ δεῖν ἅπαξ ἐξελθούσας τὸν ἅπαντα αἰῶνα μένειν ἐν ἀργίᾳ.

20

.

3

Εἰ γὰρ μὴ πάλιν αἱ ψυχαὶ εἰς σώματα φέροιντο, ἀνάγκη ἀπείρους εἶναι ἢ τὸν Θεὸν ἀεὶ ἑτέρας ποιεῖν· ἀλλ’ οὐδὲ ἄπειρόν τι ἐν τῷ Κόσμῳ—ἐν γὰρ πεπε‐ ρασμένῳ ἄπειρόν τι οὐκ ἂν γένοιτο—, οὐδὲ ἄλλας γίνεσθαι
5δυνατόν—πᾶν γὰρ ἐν ᾧ τι γίνεται καινὸν καὶ ἀτελὲς εἶναι ἀνάγκη—· τὸν δὲ Κόσμον ἐκ τελείου γενόμενον τέλειον εἶναι προσήκει.

21

.

1

(λβʹ) Αἱ δὲ κατ’ Ἀρετὴν ζήσασαι ψυχαὶ τά τε ἄλλα εὐδαιμονοῦσαι καὶ τῆς ἀλόγου χωρισθεῖσαι καὶ καθαραὶ παντὸς γενόμεναι σώματος Θεοῖς τε συνάπτονται, καὶ τὸν ὅλον Κόσμον συνδιοικοῦσιν ἐκείνοις.

21

.

2

Καίτοι καὶ εἰ μηδὲν αὐταῖς τούτων ἐγίνετο, αὐτή γε ἡ Ἀρετὴ καὶ ἡ ἐκ τῆς Ἀρετῆς ἡδονή τε καὶ δόξα ὅ τε ἄλυπος καὶ ἀδέσπο‐ τος βίος εὐδαίμονας ἤρκει ποιεῖν τοὺς κατ’ Ἀρετὴν ζῆν
5προελομένους καὶ δυνηθέντας.25